Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.100 Joseph. AJ 19.105 (English) >>Joseph. AJ 19.110

19.103ἐπεὶ δʼ ἐντὸς ἦν τοῦ βασιλείου, τὰς μὲν ἐπʼ εὐθείας ὁδοὺς λείπει, καθʼ ἃς διεστήκεσαν τῶν δούλων οἱ θεραπεύοντες αὐτὸν καὶ προῄεσαν οἱ περὶ τὸν Κλαύδιον· 19.104τρέπεται δὲ κατὰ στενωπὸν ἠρεμηκότα καὶ ἐπὶ τόπον πρὸς λουτροῖς γενησόμενος ἅμα καὶ παῖδας οἳ ἥκεσαν ἐκ τῆς Ἀσίας κατανοήσων, πομπῆς αὐτῶν ἐκεῖθεν γενομένης ἐπὶ ὕμνοις μυστηρίων ἐπετέλει, ἔνιοι δὲ κατὰ πυρριχισμούς, οἳ ἐν τοῖς θεάτροις ἔσοιντο. 19.105ὑπαντιάζει δʼ αὐτὸν Χαιρέας καὶ ᾔτησεν σημεῖον. τοῦ δὲ τῶν εἰς χλεύην ἀνακειμένων εἰπόντος οὐδὲν ἐνδοιάσας λοιδορίαις τε ἐχρᾶτο κατὰ τοῦ Γαΐου καὶ σπασάμενος τὸ ξίφος ἐπάγει πληγὴν σφοδράν· οὐ μήν γε ἦν καίριος. 19.106καίτοι γέ φασίν τινες προνοίᾳ τοῦ Χαιρέου γενέσθαι τοῦ μὴ μιᾷ πληγῇ διεργάσασθαι τὸν Γάιον, ἀλλὰ τιμωρεῖσθαι μειζόνως πλήθει τραυμάτων. 19.107οὐ μὴν ἐμοὶ πιθανὸς οὗτος λόγος διὰ τὸ μὴ ἐπιχωρεῖν ἐν ταῖσδε ταῖς πράξεσιν λογισμῷ χρῆσθαι τὸν φόβον, Χαιρέαν δέ, εἴπερ οὕτως ἐφρόνει, πάντων ἥγημαι μωρίᾳ διαφέρειν ἡδονὴν τῇ ὀργῇ χαριζόμενον μᾶλλον ἐκ τοῦ ὀξέος ἀπαλλαγὴν αὑτῷ τε καὶ τοῖς συνωμόταις κινδύνων χαριζόμενον, διὰ τὸ πολλὰς ἂν μηχανὰς ἔτι γενέσθαι βοηθειῶν Γαΐῳ μὴ φθάντι τὴν ψυχὴν ἀφεῖναι κἀνταῦθα Χαιρέᾳ λόγον ἂν γενέσθαι οὐ περὶ τῆς Γαΐου τιμωρίας, ἀλλὰ τῆς αὐτοῦ καὶ τῶν φίλων,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.100 Joseph. AJ 19.105 (English) >>Joseph. AJ 19.110

Powered by PhiloLogic